Add parallel Print Page Options

28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν [a]ἀλλὰ φάγωσιν τὸ πάσχα. 29 ἐξῆλθεν οὖν ὁ Πιλᾶτος [b]ἔξω πρὸς αὐτοὺς καὶ [c]φησίν· Τίνα κατηγορίαν φέρετε [d]κατὰ τοῦ ἀνθρώπου τούτου; 30 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Εἰ μὴ ἦν οὗτος [e]κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. 31 εἶπεν οὖν αὐτοῖς [f]ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. [g]εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· 32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.

33 Εἰσῆλθεν οὖν [h]πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; 34 [i]ἀπεκρίθη Ἰησοῦς· [j]Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι [k]εἶπόν σοι περὶ ἐμοῦ; 35 ἀπεκρίθη ὁ Πιλᾶτος· Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; 36 ἀπεκρίθη Ἰησοῦς· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται [l]οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. 37 εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη [m]ὁ Ἰησοῦς· Σὺ λέγεις ὅτι βασιλεύς [n]εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. 38 λέγει αὐτῷ ὁ Πιλᾶτος· Τί ἐστιν ἀλήθεια;

Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς· Ἐγὼ οὐδεμίαν [o]εὑρίσκω ἐν αὐτῷ αἰτίαν· 39 ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα [p]ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν [q]ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 40 ἐκραύγασαν οὖν [r]πάλιν λέγοντες· Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:28 ἀλλὰ WH Treg NIV ] ἀλλ᾽ ἵνα RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:29 ἔξω WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:29 φησίν WH Treg NIV ] εἶπεν RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:29 κατὰ Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:30 κακὸν ποιῶν WH Treg NIV ] κακοποιός RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:31 Treg NIV RP ] – WH
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:31 εἶπον WH Treg NIV ] + οὖν RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:33 πάλιν εἰς τὸ πραιτώριον WH Treg NIV ] εἰς τὸ πραιτώριον πάλιν RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:34 ἀπεκρίθη WH Treg NIV ] + αὐτῷ ὁ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:34 Ἀπὸ σεαυτοῦ WH Treg NIV ] Ἀφ᾽ ἑαυτοῦ RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:34 εἶπόν σοι WH Treg NIV ] σοι εἶπόν RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:36 οἱ ἐμοὶ ἠγωνίζοντο ἄν WH Treg NIV ] ἄν οἱ ἐμοὶ ἠγωνίζοντο RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:37 WH Treg NIV ] – RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:37 εἰμι WH Treg NIV ] + ἐγώ RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:38 εὑρίσκω ἐν αὐτῷ αἰτίαν WH Treg NIV ] αἰτίαν εὑρίσκω ἐν αὐτῷ RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:39 *ἀπολύσω ὑμῖν WH Treg NIV ] ὑμῖν ἀπολύσω RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:39 *ἀπολύσω ὑμῖν WH Treg NIV ] ὑμῖν ἀπολύσω RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:40 πάλιν WH NIV ] + πάντες Treg RP